Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.169 Joseph. AJ 17.174 (English) >>Joseph. AJ 17.179

17.172κἀνταῦθα τοῖς ἰατροῖς δοκῆσαν ὥστε ἀναθάλπειν αὐτόν, καθεθεὶς εἰς πύελον πλέων ἐλαίου δόξαν μεταστάσεως ἐνεποίησεν αὐτοῖς. τῶν δὲ οἰκετῶν οἰμωγῇ χρωμένων περιενεγκὼν καὶ μηδʼ ἥντινα ἀμφὶ τοῦ σωθησομένου ἐλπίδα ἔχων τοῖς στρατιώταις ἀνὰ πεντήκοντα δραχμὰς ἑκάστῳ κελεύει νεμηθῆναι· 17.173πολλὰ δὲ καὶ τοῖς ἡγεμόσιν αὐτῶν καὶ φίλοις τοῖς αὐτοῦ ἐδωρεῖτο. καὶ παρῆν αὖθις ἐπὶ Ἱεριχοῦντος μέλαινά τε αὐτὸν ᾕρει χολὴ ἐπὶ πᾶσιν ἐξαγριαίνουσα, ὥστε δὴ τελευτῶν πρᾶξιν τοιάνδε ἐπινοεῖ· 17.174ἀφικομένων προστάγματι τῷ αὐτοῦ Ἰουδαίων ἀνδρῶν παντὸς τοῦ ἔθνους ὁποίποτε ἀξιολόγων· πολλοὶ δὲ ἐγένοντο ὡς τοῦ παντὸς ἔθνους κατακεκλημένου καὶ πάντων ἀκροασαμένων τοῦ διατάγματος, εἰς γὰρ θάνατον ἦν ἀνακείμενα τοῖς ἀλογήσασι τῶν ἐπιστολῶν ἐμμαινομένου πᾶσιν τοῦ βασιλέως ὁμοίως τοῖς τε ἀναιτίοις καὶ παρεσχηκόσιν αἰτίαν· 17.175συγκλείσας αὐτοὺς πάντας ἐν τῷ ἱπποδρόμῳ τήν τε ἀδελφὴν αὐτοῦ Σαλώμην καὶ τὸν ἄνδρα αὐτῆς Ἀλεξᾶν μεταπέμψας τεθνήξεσθαι μὲν οὐ πόρρω ἔλεγεν ἐπὶ τοσόνδε τῶν ἀλγηδόνων αὐτὸν περιεπουσῶν· καὶ τόδε μὲν οἰστόν τε καὶ πᾶσι φίλον παρατυγχάνειν, τὸ δὲ ὀλοφυρμῶν τε ἄπορον καὶ πένθους ἐνδεᾶ ὁποῖον ἐπὶ βασιλεῖ πράσσοιτο ἂν μάλιστα αὐτῷ λυπηρὸν εἶναι· 17.176οὐ γὰρ ἀποσκοποῦν τὴν Ἰουδαίων διάνοιαν, ὡς εὐκτὸς αὐτοῖς καὶ πάνυ κεχαρισμένος θάνατος αὐτοῦ διὰ τὸ καὶ ζῶντος ἐπὶ ἀποστάσει ἐπείγεσθαι καὶ ὕβρει τῶν ὑπʼ αὐτοῦ προτιθεμένων·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.169 Joseph. AJ 17.174 (English) >>Joseph. AJ 17.179

Powered by PhiloLogic